Il giardino devastato
(Longo Sofista)
“Φεῦ
τῆς ῥοδωνιᾶς, ὡς κατακέκλασται· φεῦ
τῆς ἰωνιᾶς, ὡς καταπεπάτηται· φεῦ
τῶν ὑακίνθων καὶ τῶν ναρκίσσων, οὓς
ἀνώρυξέ τις πονηρὸς ἄνθρωπος. Ἀφίξεται
τὸ ἦρ, τὰ δὲ οὐκ ἀνθήσει· ἔσται τὸ
θέρος, τὰ δὲ οὐκ ἀκμάσει· μετόπωρον,
τὰ δὲ οὐδένα στεφανώσει. Οὐδὲ σύ,
δέσποτα Διόνυσε, τὰ ἄθλια ταῦτα ἠλέησας
ἄνθη, οἷς παρῴκεις καὶ ἔβλεπες, ἀφ'
ὧν ἐστεφάνωσά σε πολλάκις; Πῶς δείξω
νῦν τὸν παράδεισον τῷ δεσπότῃ. Τίς
ἐκεῖνος θεασάμενος ἔσται. Κρεμᾷ
γέροντα ἄνθρωπον ἐκ μιᾶς πίτυος ὡς
Μαρσύαν· τάχα δὲ καὶ Δάφνιν, ὡς τῶν
αἰγῶν ταῦτα εἰργασμένων.”
De Feo, esercizi 2 p. 180
Nessun commento:
Posta un commento
Nota. Solo i membri di questo blog possono postare un commento.