Ordine delle parole p.97 n107 Platone Apologia 29.a.5
τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς τὸν θάνατον οὐδ' εἰ (1) τυγχάνει τῷ ἀνθρώπῳ πάντων μέγιστον ὂν τῶν ἀγαθῶν, δεδίασι δ' ὡς εὖ εἰδότες (1) ὅτι μέγιστον τῶν κακῶν ἐστι.
Kαίτοι πῶς οὐκ (2) ἀμαθία ἐστὶν αὕτη ἡ ἐπονείδιστος, ἡ τοῦ οἴεσθαι εἰδέναι ἃ οὐκ οἶδεν; ἐγὼ δ', ὦ ἄνδρες, τούτῳ καὶ ἐνταῦθα ἴσως διαφέρω τῶν πολλῶν ἀνθρώπων, καὶ εἰ δή τῳ (3) σοφώτερός του (3) φαίην εἶναι, τούτῳ ἄν, ὅτι οὐκ εἰδὼς ἱκανῶς περὶ τῶν ἐν Ἅιδου οὕτω καὶ οἴομαι οὐκ εἰδέναι· (4) τὸ δὲ ἀδικεῖν καὶ ἀπειθεῖν τῷ βελτίονι καὶ θεῷ καὶ ἀνθρώπῳ, ὅτι κακὸν καὶ αἰσχρόν ἐστιν οἶδα. (5) πρὸ οὖν τῶν κακῶν ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι·
1. Variatio: 1. condizionale esplicita; 2. part. Cong. Con valore condizionale
2. πῶς οὐκ: nelle interrogative dirette retoriche
3. τῳ... του: tini...tinos pronomi indefiniti vincolati al comparativo
4. Inserire τὸ δὲ ἀδικεῖν καὶ ἀπειθεῖν τῷ βελτίονι καὶ θεῷ καὶ ἀνθρώπῳ tra ὅτι e κακὸν
5. Costruisci: οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει πρὸ οὖν τῶν κακῶν ὧν οἶδα ὅτι κακά ἐστιν.
ὧν: Attrazione diretta del relativo
Blog della classe 2A liceo classico del Liceo G. Peano di Tortona, a.s. 2011 - 2012. Creatore: prof. Giacomo Pernigotti
mercoledì 12 ottobre 2011
Iscriviti a:
Commenti sul post (Atom)
Nessun commento:
Posta un commento
Nota. Solo i membri di questo blog possono postare un commento.